ΤΡΙΒΟΥ ΣΥΝΤΟΝΩΤΑΤΗΣ, ΠΡΟΣ ΤΟΝ ΘΕΟΝ ΜΕ ΦΕΡΟΥΣΗΣ, ΔΕΙΚΝΥΩΝ ΤΗΝ ΜΕΘΟΔΟΝ...
Τρίβου συντονωτάτης, πρὸς τὸν Θεὸν με φερούσης, δεικνύων τὴν μέθοδον, Ἱερομύστα δίδαξον, ὅπως τῆς ἀτελευτήτου, τύχοιμι ζωῆς, ταῖς πρεσβείαις σου πάνσοφε.
Ἤστραψας φωτοφόρος, ἐν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, διτταῖς λαμπρυνόμενος, Ἱεροφάντα χάρισιν· ὅθεν διπλοῖς σε στεφάνοις, ἱεροπρεπῶς ὁ Χριστὸς ἐστεφάνωσε.
Στέφει τοῦ μαρτυρίου, Ἱερωσύνης τε μύρῳ, Παμμάκαρ κοσμούμενος, δι’ ἀμφοτέρων ἤστραψας· ὅθεν τῆς ἀληθεστάτης, καὶ θεοειδοῦς κληρουχίας τετύχηκας.
Ἄμωμος ὡς θυσία, καὶ Ἱερὰ τῷ Δεσπότη, καὶ ζῶσα καὶ ἔμψυχος, ἱερουργήθης ἔνδοξε· ὅθεν θυσιαστηρίῳ, τῷ ἐν οὐρανοῖς προσεδέχθης Μεθόδιε.