ΗΓΛΑΪΣΜΕΝΟΣ ΚΑΛΛΕΣΙ, ΜΑΡΤΥΡΙΟΥ ΘΕΟΛΗΠΤΕ

Ἠγλαϊσμένος κάλλεσι, μαρτυρίου θεόληπτε, καὶ κεκοσμημένος, τοῖς ἐξ ἄθλων στίγμασι, πορφύραν ἐξ αἵματος, ἐνδεδυμένος τῆς σῆς σφαγῆς, καὶ Ἱερωσύνης, καλλυνόμενος δόξῃ, παρέστης τῷ Κυρίῳ, ὃν ἀεὶ ἐκδυσώπει, κοσμῆσαι σωτηρίου, ἡμᾶς περιβολαίῳ.

Θανατωθεὶς ὁ δείλαιος, ἡδονῶν τῷ ἐκπτώματι, ἔρριμμαι εἰς γῆν, θέαμα θρήνων ἄξιον, πανένδοξε, Ἴσαυρε, νῦν ἐπ' ἐμὲ ἐπίβλεψον, δεῖξον ἐν ἐμοί, τὴν τῶν θαυμάτων σου χάριν, βροτῶν ἰδέτω γένος, ὅτι σύ μου προστάτης, καὶ σῴζεις ἐκ θανάτου, τοὺς σοὺς ἀχρείους δούλους.

Ἱερωσύνῃ πρότερον, κοσμηθεὶς ἱερώτατε, καὶ διακονήσας, εὐλαβῶς εἰς ὕστερον, αὐθαίρετον γέγονας, σὺ ἱερεῖον ἄμωμον, ἱερουργηθείς, Χριστῷ διὰ μαρτυρίου· διὸ κἀμοῦ τὸν ὕμνον, ὡς θυμίαμα Μάρτυς, προσκόμισον τῷ Κτίστῃ, καὶ σῶσόν με λιταῖς σου.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ