ΦΡΥΚΤΩΡΙΑΙΣ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ, ΕΛΛΑΜΦΘΕΙΣ ΤΗΝ ΔΙΑΝΟΙΑΝ
Φρυκτωρίαις τοῦ Πνεύματος, ἐλλαμφθεὶς τὴν διάνοιαν, φωτοβόλος ἥλιος ἐχρημάτισας, ὥσπερ ἀκτῖνας τὰ δόγματα, εἰς πάντα τὰ πέρατα, ἐφαπλῶν καὶ τῶν πιστῶν, καταυγάζων πληρώματα, Παμμακάριστε, καὶ διώκων τὸ σκότος θεοφόρε, τῶν αἱρέσεων δυνάμει, τοῦ ἐκ Παρθένου ἐκλάμψαντος.
Εὐφραδείᾳ τῶν λόγων σου, ἱερώτατε Κύριλλε, Ἐκκλησία ἅπασα ὡραΐζεται, καὶ εὐσεβῶς καλλωπίζεται, ὡραίοις ἐν κάλλεσι, καὶ τιμᾷ σου ἱερῶς, τὴν ἁγίαν μετάστασιν, παναοίδιμε, ἱερέων τὸ κλέος, τῶν Πατέρων, κορυφαῖε τῆς Συνόδου, τῆς παναγίας ὑπέρμαχε.
Τοῖς πυρίνοις σου δόγμασι, τῶν αἱρέσεων ἅπασα, φρυγανώδης φλέγεται ὕλη πάνσοφε, τῶν νοημάτων τοῖς βάθεσι, βυθίζεται στράτευμα, ἀπειθούντων δυσσεβῶν, ἱερώτατε Κύριλλε, τοῖς διδάγμασι, καλλωπίζεται μάκαρ καθ' ἑκάστην, τῶν πιστῶν ἡ Ἐκκλησία, μεγαλοφώνως τιμῶσά σε.