ΙΕΡΑΝ ΠΑΝΗΓΥΡΙΝ
Ἱερὰν πανήγυριν, συνελθόντες σήμερον πιστῶς, τελέσωμεν ἱεροῦ, ἅπαντες Πατρός, ἀσκήσει ἐκλάμψαντος, καὶ ἑαυτόν, ὅλον τῷ Θεῷ, καθιερώσαντος, διὰ βίου τελειότητος.
Ὥσπερ δένδρον τέθηλας, ἐφ' ὑδάτων, Ὅσιε ῥοαῖς, πνευματικῶν ἀρετῶν, φέρων τοὺς καρπούς, φυτῷ δὲ πηξάμενος, ὡς ἀετός, Πάτερ καλιάν, πρὸς τὰ οὐράνια, τάς σὰς φρένας ἐξεπέτασας.
Σοῦ προφητικώτατα, θεωρήσας Ὅσιε Δαυΐδ, τὴν ἔξοδον προφωνεῖς, ταύτην τοῖς λαοῖς, ἡνίκα στελλόμενος, τὴν κατ' αὐτῶν ἔστησας σοφέ, τοῦ βασιλεύοντος, σφοδροτάτην ἀγανάκτησιν.
Ἡ ἁγία μνήμη σου, ἁγιάζει σήμερον ἡμᾶς, τελοῦντας ταύτην πιστῶς, Ὅσιε Δαυΐδ· ἁγίως γὰρ ἤνυσας, τὴν σεαυτοῦ, Ἅγιε ζωήν, καὶ μετὰ κοίμησιν, τοῖς Ἁγίοις συναγάλλῃ ἀεί.