ΟΛΟΣ ΑΝΕΔΡΑΜΕΣ ΕΙΣ ΑΙΘΕΡΙΟΝ ΥΨΟΣ
Ὅλος ἀνέδραμες εἰς αἰθέριον ὕψος, καὶ ἐμυήθης τῶν ἀρρήτων τὴν γνῶσιν, καὶ γέγονας μηνυτὴς τῆς τοῦ Λόγου σαρκώσεως Ἀμώς· διὸ σε ἀνυμνοῦμεν, εἰς πάντας τούς αἰῶνας.
Νοὸς ὀξύτητι τὸν τῶν ὅλων Δεσπότην, κατανοεῖν ὡς ἐφικτὸν ἠξιώθης, μυοῦντά σε, τῶν ἀρρήτων τὴν γνῶσιν κραυγάζων εὐσεβῶς· Λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τούς αἰῶνας.
Μακαριότητος καὶ χαρᾶς ἀνεκφράστου, καὶ βασιλείας οὐρανῶν ὡς προφήτης, ἐπέτυχες οὐρανίων ἐπόπτα, κραυγάζων εὐσεβῶς· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.