ΜΕΘΟΔΟΝ Η ΜΝΗΜΗ ΣΟΥ, ΗΜΙΝ ΣΩΤΗΡΙΟΝ ΦΕΡΟΥΣΑ

Μέθοδον ἡ μνήμη σου, ἡμῖν σωτήριον φέρουσα, Ἱεράρχα Μεθόδιε, λαμπρῶς ἐπεδήμησεν, ἐν αὐτῇ· διὸ σε, ἀνυμνολογοῦμεν, ἀνακηρύττοντες τοὺς σούς, φαιδροὺς ἀγῶνας καὶ τὰ παλαίσματα· δι' ὧν τὸ πολυμήχανον, καὶ πονηρὸν κατεπάλαισας, καὶ τῆς νίκης διάδημα, ἀνεπλέξω γηθόμενος.

Λόγοις κατεφώτισας, τῆς Ἐκκλησίας τὸ πλήρωμα, θεοφάντορ Μεθόδιε, ἄθλων δὲ λαμπρότητι, τῆς πολυθεΐας, ἐμείωσας ζόφον, καὶ μεταβέβηκας πρὸς φῶς, Ἱεροφάντα νῦν τὸ ἀνέσπερον· διό σου τὴν πανέορτον, καὶ φωτοφόρον πανήγυριν, ἑορτάζομεν σήμερον, εὐσεβείᾳ λαμπόμενοι.

Αἵμασιν ἐπέχρωσας, τὴν Ἱερὰν διπλοΐδα σου, θεοφάντορ Μεθόδιε, μεθ' ἧς εἰς τὰ ἅγια, τῶν ἁγίων μάκαρ, ἐχώρησας χαίρων, καὶ κατοπτεύεις τηλαυγῶς, τὴν τῆς Τριάδος θείαν λαμπρότητα, μυούμενος τρανότερον, τὰ ὑπὲρ νοῦν καὶ διάνοιαν, καὶ θεούμενος ἄριστα, Ἱεράρχα πανόλβιε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ