ΦΩΤΙ ΑΣΤΡΑΠΤΟΜΕΝΟΣ, ΤΩ ΤΡΙΣΗΛΙΩ ΕΝΔΟΞΕ
Φωτὶ ἀστραπτόμενος, τῷ τρισηλίῳ ἔνδοξε Ἴσαυρε, Ἰννοκέντιε θεῖε, Φῆλιξ Ἑρμεία καὶ Περεγρῖνε σοφέ, σὺν Βασιλείῳ θαυμάτων λαμπρότησι, καταφωτίσατε τοὺς εὐφημοῦντας ἡμᾶς.
Ἀστέρες πολύφωτοι, ζόφον τῆς πλάνης μειοῦντες ὤφθητε, ἀθλοφόροι Κυρίου· διὸ ψυχήν μου γνώμῃ τυφλώττουσαν, θεογνωσίας φωτὶ καταλάμψατε, τῆς ἀγνωσίας ἀχλύν ἀποδιώκοντες.
Νοσοῦσαν ἀνίατα, τὴν ταπεινήν μου ψυχὴν ἰάσασθε, τὰ τοῦ σώματος πάθη, Μάρτυρες θεῖοι ἐξαφανίσατε, ὦ Περεγρῖνε Ἴσαυρε Βασίλειε, Φῆλιξ Ἑρμεία κλεινὲ καὶ Ἰννοκέντιε.