Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 31 Δεκεμβρίου 2010

ΝΑΙΩΝ ΙΩΝΑΣ, ΕΝ ΜΥΧΟΙΣ ...

«Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,
Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.
Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,
Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,
θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας».

Ὃς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος,
Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι,
Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν,
Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳ
Αὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν.

Ἷκται δι' ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος,
Λυγρῶς πεσόντας, ἐν σκότει τῶν πταισμάτων,
Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων,
Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ' ἀξίαν.
Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν.