ΕΥΦΡΑΙΝΕΣΘΩΣΑΝ ΟΙ ΟΥΡΑΝΟΙ, ΚΑΙ ΑΓΑΛΛΙΑΣΘΩ Η ΓΗ, ΣΗΜΕΡΟΝ ΓΑΡ ΑΛΗΘΩΣ, ΜΙΑ ΠΟΙΜΝΗ
Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ· σήμερον γὰρ ἀληθῶς, μία ποίμνη γέγονεν Ἀγγέλων καὶ ἀνθρώπων. Ὢ τοῦ θαύματος! ὁ ἀόρατος ὁρᾶται, ὁ ἀχώρητος χωρεῖται, ὁ ἄναρχος ἄρχεται, ὁ Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου γίνεται, καὶ Παρθένος ἀπείρανδρος, Μήτηρ ὁρᾶται Θεοῦ, καὶ ἡ Μήτηρ μετὰ κύησιν, Παρθένος εὑρίσκεται, ὁ σαρκωθεὶς Λόγος τοῦ Πατρός, ἐν φάτνῃ ἀνακέκλιται, καὶ Ποιμένες κήρυκες, κοινωνοὶ τοῦ μυστηρίου γίνονται, Μάγοι ἐξ ἀνατολῶν τὰ δῶρα προσεκόμιζον, ὑπὸ ἀστέρος ὁδηγούμενοι, καὶ τὸν τεχθέντα Σωτῆρα προσεκύνησαν. Μεθ' ὧν καὶ ἡμεῖς φιλέορτοι, τοὺς τῆς καρδίας θησαυροὺς προθύμως ἀνοίξαντες, προσάξωμεν αὐτῷ πράξεις ἀγαθάς, πίστιν, ἐλπίδα καὶ ἀγάπην, ὡς χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῶν Ἀσωμάτων τὴν φωνὴν βοῶντες αὐτῷ. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, τῷ ἐλθόντι σῶσαι ἐκ φθορᾶς, τὸ γένος ἡμῶν.