ΙΣΧΥΣΑΝ ΣΩΜΑΤΙ ΦΘΑΡΤΟΙΣ ΑΦΘΑΡΣΙΑΝ ΤΟΙΣ ΑΓΩΣΙ ΠΡΟΣΚΤΗΣΑΣΘΑΙ...
Ἴσχυσαν σώματι φθαρτοῖς ἀφθαρσίαν τοῖς ἀγῶσι προσκτήσασθαι, οἱ γενναιότατοι, καὶ τοῖς Ἀγγέλοις ἐξωμοιώθησαν, τὴν βασιλείαν τοῦ Θεοῦ, λαβόντες ἀσάλευτον, Πρόβος καὶ Τάραχος, καὶ Ἀνδρόνικος Χριστοῦ οἱ θεράποντες.
Ὤφθητε ἄνθρακες πυρί, τῷ ἀϋλῳ μυστικῶς ἀναπτόμενοι, καὶ κατεφλέξατε, ὑλώδη πλάνην Μεγαλομάρτυρες, καὶ ἀναλάμψαντες ὡς φῶς, τὴν κτίσιν αὐγάζετε, καὶ περισώζετε, ἐκ κινδύνων καὶ παθῶν τὰς ψυχὰς ἡμῶν.
Σήμερον ἄγει ἑορτήν, ἐτησίαν καὶ λαμπρὰν καὶ χαρμόσυνον, ἡ Ἐκκλησία Χριστοῦ, τὴν θείαν ταύτην ὑμῶν πανήγυριν, καὶ συναγάλλονται ὑμῖν, Προφῆται Ἀπόστολοι, καὶ πάντες Μάρτυρες, Ἀθλοφόροι νικηταὶ μεγαλώνυμοι.
Ἤρθητε πρὸς φωτοειδῆ Παραδείσου Ἀθλοφόροι σκηνώματα, περιβαλλόμενοι λαμπρὰν ἐσθῆτα, ἣν ἐξυφάνατε, πολυειδέσιν αἰκισμοῖς, καὶ θρόνῳ παρίστασθε, τοῦ Παντοκράτορος, ὑπὲρ πάντων ἐκτενῶς ἱκετεύοντες.