ΑΓΓΕΛΩΝ ΣΥΣΤΗΜΑ, ΑΝΘΡΩΠΩΝ ΣΥΛΛΟΓΟΣ....

Ἀγγέλων σύστημα, ἀνθρώπων σύλλογος, τὸν Βασιλέα καὶ κτίστην τοῦ παντός, ἱερεῖς ὑμνεῖτε, εὐλογεῖτε λευῖται, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἀγγέλων τάγματα, Σταυρῶ κρεμάμενον, σὲ κατιδόντα, Χριστὲ παμβασιλεῦ, καὶ τὴν κτίσιν πᾶσαν, ἀλλοιοῦντα τῶ φόβω, ἐξέστησαν ὑμνοῦντα, τὴν σὴν φιλανθρωπίαν.
Ὁ Ἅδης κάτω σε, ἰδὼν ἐστέναξε, καὶ ἀπεδίδου σπουδαίως τοὺς νεκρούς, τοὺς ἐκ τοῦ αἰῶνος ἐκεῖσε φρουρουμένους, Χριστὲ ὑμνολογοῦντας, τὴν σὴν φιλανθρωπίαν.
Τελῶν τεράστια, Χριστὲ ἐξαίσια, ἐθελουσίως ὑψώθης ἐν σταυρῷ, καὶ νεκροῖς συνήφθης, ὁ νεκρώσας τὸν Ἅδην, καὶ πάντας ἐν ἀνδρείᾳ, ἀπέλυσας δεσμίους.
Τυφλὸν ὠμμάτωσας, σοὶ προσελθόντα Χριστέ, τούτω προστάξας πηγὴ τοῦ Σιλωάμ, νίψασθαι καὶ βλέψαι, καὶ Θεὸν σὲ κηρύξαι, σαρκὶ ἐπιφανέντα, εἰς κόσμου σωτηρίαν.
Τριὰς ἀμέριστε, μονὰς ἀσύγχυτε, Θεὲ τῶν ὅλων καὶ κτίστα τοῦ παντός, τοὺς ὑμνολογοῦντας, καὶ πιστῶς προσκυνοῦντας, τὸ κράτος σου παντοίων, πειρατηρίων σῶζε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ