.... ΛΕΥΧΕΙΜΟΝΩΝ, ΣΕ ΩΣΠΕΡΕΙ ΕΠΙ ΟΧΗΜΑΤΟΣ, ΔΙΕΣΚΟΠΕΙ....

Μένειν ἐντός, ἥκιστα κόσμου ὑπέμεινας, ἔτι Πάτερ, ἔχων ὁδηγούσάν σε, τὴν τοῦ Θεοῦ, δύναμιν Χριστόν, εἰς δὲ τὰς ἀβάτους, ἐρήμους συνδιαιτώμενος, θηρσὶ συνανεστρέφου, ἀδεῶς παὶς ὑπάρχων, καὶ τοὶς πόνοις εὐφραίνου τοῦ σώματος.



Ἐπιπηδῶν, ἔλαφος ὥσπερ τοὶς ὄρεσιν, ἐπεπόθεις, Πάτερ θεορρύτους πηγάς, καὶ εὐρηκῶς, ταύτας Συμεών, τῆς θεοφιλίας, τὴν δίψαν προσανεπλήρωσας, ἐξ ὧν θεολογίας, πεπωκῶς ἀναβλύζεις, τῶ προσώπω Χριστοῦ ὀπτανόμενος.



Λευχειμονῶν, σὲ ὠσπερεῖ ἐπ' ὀχήματος, διεσκόπει, ὅσιε φερόμενον τοὶς νοεροῖς, Πάτερ ὀφθαλμοίς, στύλω φωτεινῶ Τέ, παιδίω συνοδηγούμενον, ὁ θεῖος Ἰωάννης, ἐφιστάμενος βάσει, πρὸ τῆς σῆς αὐτὸν ἀναβάσεως.



Ποδηγηθείς, Ἔνδοξε ὑπὸ τῆς χάριτος, τῆς δοθείσης, σοὶ ὡς ἐκ δυνάμεως, εἰς θεουργὸν δύναμιν φοιτᾷς, πρὸς τὴν Ἰωάννου, καλύβην τοῦ οὐρανόφρονος, μεθ' οὗ τὴν τῶν ἀγώνων, ἀσπασίως παλαίστραν, μετερχόμενος ὤφθης ὡς ἄγγελος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ