ΑΠΟ ΓΗΣ ΚΑΘΩΣ ΠΗΓΗ ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ....

Ἀπὸ γής, καθὼς πηγὴ τοῦ Παραδείσου, Κεφαλὴ θεοφιλὴς ἡ τοῦ Προδρόμου, ῥεῖθρα βλύζει χάριτος, καὶ θαυμάτων τὰ νάματα νέμει πᾶσι τοὶς χρήζουσι, Προσέλθωμεν οὖν πάντες, καὶ ἀντλήσωμεν προθύμως ἐκ ταύτης τῶν ἰαμάτων τοὺς θείους κρουνούς, ἀρδεύει γὰρ ψυχὰς ἐν δωρεαῖς ἀενάοις, καὶ κατακλύζει σωμάτων πόνους, καὶ πᾶσαν νόσον εὐθέτως αἵρει, Ταύτην οὖν πόθω μέλψωμεν, καὶ πίστει ἀσπασώμεθα, σεμνῶς περιπτυσσόμενοι, καὶ ἄσμασιν ὡς στέμμασι στέψωμεν ταύτην Πιστοί, Προκαθάρωμεν ἡμῶν κηλῖδας νοητάς, καὶ ἐνθέοις ἀρεταὶς κοσμήσωμεν ψυχάς, καὶ βοήσωμεν στερρῶς, Χριστοῦ σοφὲ Βαπτιστά, σῶσον πάντας ἡμᾶς.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ