ΠΥΡΟΣ ΣΒΕΣΤΗΡΙΟΝ ΤΩΝ ΠΑΙΔΩΝ Η ΠΡΟΣΕΥΧΗ.....
Πυρὸς σβεστήριον τῶν Παίδων ἡ προσευχή, δροσίζουσα κάμινος, κῆρυξ τοῦ θαύματος, μὴ φλογίζουσα, μηδὲ συγκαίουσα, τοὺς ὑμνολόγους Θεοῦ τῶν Πατέρων ἡμῶν.
Ἀναρτηθέντος σου ἐπὶ τοῦ ξύλου Σωτήρ, ἐσβέσθη ὁ ἥλιος, γῆ ἐκυμαίνετο, ἐσαλεύετο ἡ κτίσις, ἅπασα, καὶ ἐκ τῶν τάφων νεκροὶ ἐξηγείροντο.
Ἐξεγερθέντος σου ἐκ τῶν νεκρῶν Βασιλεῦ, ψυχαὶ συνηγέρθησαν, ἐκεῖ καθεύδουσαι, καὶ δοξάζουσαι τὴν δυναστείαν σου, δι' ἦς θανάτου δεσμὰ διελύθησαν.
Ὄρθρου μυρίσαι σὲ γυναίων ἦλθε χορός, μαθοῦσαι δὲ Κύριε ἐξεγερθέντα σε, συνέχαιρον τοὶς ἱεροῖς Μαθηταῖς, δι' ὧν παράσχου ἡμῖν ἱλασμὸν τῶν κακῶν.
Πηλὸν ἐπέχρισας τοὺς ὀφθαλμοὺς τοῦ Τυφλοῦ, καὶ τούτω προσέταξας πρὸς Σιλωὰμ ἀπελθεῖν, νιψάμενος δὲ ἀνέβλεψεν, ὑμνολογῶν σὲ Χριστέ, Βασιλεῦ τοῦ παντός.
Πατέρα ἄναρχον, συνάναρχόν τε Υἱόν, καὶ πνεῦμα πανάγιον ὑμνολογήσωμεν Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Βασιλεῦ τοῦ παντός.