ΤΩΝ ΠΑΤΕΡΩΝ
Πυρσωθέντες ἀκτίσι τῆς σῆς θεότητος, οἱ χρηστοί σου Ποιμένες σὲ ὡμολόγησαν, γενεσιουργὸν τῶν ἁπάντων καὶ Κύριον, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὁ χορὸς τῶν Ποιμένων ὁ παναοίδιμος, ἀθροισθεὶς θεοφρόνως Τριάδα ἄκτιστον, νὺν θεολογῶν, πάντας διδάσκει βοᾶν, Σὲ ὑπερυψοῦμεν εἷς πάντας τοὺς αἰῶνας.
Ἱεράρχαι ποιμένες οἱ ἀξιάγαστοι, τὴν Χριστοῦ Ἐκκλησίαν, καταφωτίζουσιν, ἄλλοι ἀλλαχοῦ ταύτην καταφαιδρύναντες, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.