.... ΧΑΙΡΟΙΣ Η ΤΟΝ ΥΙΟΝ ΤΟΥ ΘΕΟΥ, ΑΝΕΡΜΗΝΕΥΤΩΣ ΣΥΛΛΑΒΟΥΣΑ ΠΑΝΑΜΩΜΕ...

Χαίροις, τῶν Προφητῶν ἡ σφραγίς, τῶν θεηγόρων Ἀποστόλων τὸ κήρυγμα, Θεὸν γὰρ τὸν ὄντως ὄντα, σεσαρκωμένον ἡμῖν, ὑπὲρ νοῦν καὶ λόγον ἀπεκύησας, δι' οὗ τήν ἀρχαίαν, ἀπολαβόντες εὐγένειαν, καὶ Παραδείσου, τῆς τρυφῆς ἀπολαύοντες σὲ τὴν πρόξενον, τῆς τοιαύτης λαμπρότητος, ὕμνοις καταγεραίρομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, σὲ Παναγία πλουτοῦντες, τῆς ἀϊδίου ἐντεύξεως, ζωῆς τοῦ Υἱοῦ σου, διανέμοντος πλουσίως τὸ μέγα ἔλεος.
Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Χαίροις ὁ λογικὸς οὐρανός, ἐν ὧ Θεὸς σωματωθεῖς κατεσκήνωσεν, ἡ στάμνος τοῦ θείου μάννα, ἡ τοῦ Ἠλίου λαμπάς, τοῦ Θεοῦ τὸ ὄρος τὸ κατάσκιον, παστὰς θεοχώρητος, ζωοπάροχε τράπεζα, χρυσὴ λυχνία, φωτοφόρε Παράδεισε, βᾶτε ἄφλεκτε, κιβωτὲ ἁγιάσματος, κλῖμαξ ἡ ἐπουράνιος, νεφέλη ἡ ἔμψυχος, ῥάβδος ἐκ ῥίζης Παρθένε, τοῦ ἰεσσαὶ ἡ βλαστήσασα, Χριστὸν ἐκδυσώπει ταὶς ψυχαὶς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς.
Χαίροις ἡ τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνερμηνεύτως συλλαβοῦσα πανάμωμε, καὶ τοῦτον τεκοῦσα, σάρκα, τὴν καθημὰς ἀληθῶς, ἐκ τῶν σῶν αἱμάτων προσλαβόμενον, ψυχὴν νοεράν τε, καὶ αὐτεξούσιον ἔχοντα, ἀνελλιπῶς γάρ, τὸν Ἀδὰμ ἐνδυσάμενος, διεσώσατο, ἀναπλάσας τὸν ἄνθρωπον, ὅθεν ἐν δύο φύσεσιν, ἡμῖν καταγγέλλεται τῶν ἑκατέρων δεικνύων, ἐν ἑαυτῷ τὴν ἐνέργειαν, Χριστός, ὃν δυσώπει, τοὶς ὑμνούσί σε δοθῆναι τὸ μέγα ἔλεος.
Δικαιοσύνης ἥλιε νοητέ, Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ ἄμφω καὶ ἡμῶν τὰ ὄμματα, τῶν ψυχῶν αὐγάσας, υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοώμέν σοί, Πολλή σου καὶ ἄφατος, ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοί.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ