ΔΙΚΑΙΟΣΥΝΗΣ ΗΛΙΕ ΝΟΗΤΕ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ.....
Στόματι καὶ ψυχὴ καὶ νοϊ, τὸν ἐκ χοὸς πλαστουργικῶς καὶ τοῦ πτύσματος, ὀμμάτων τὰς κόρας δόντα, καὶ τὸν κοινὸν φωτισμόν, ὁ τὸ πρὶν τυφλώττων ὡμολόγη σε, κτισμάτων παγκόσμιον, προβολέα καὶ πρύτανιν, δι' οἶκτον μόνον, βροτωθέντα τοῦ πλάσματος, καὶ ἐκήρυττεν, ὡς Θεὸν παντοδύναμον, οὗ Γραμματεῖς τὸν ζῆλον, καὶ τὴν πρὸς τούτους διάλεξιν, ὅλως μὴ φέροντες βλέπειν, ἀποσυνάγωγον κρίνουσι, τυφλώττοντες πλέον, τοῦ ποτὲ τυφλοῦ τὰς κόρας, ψυχὴ καὶ σώματι.
Τρόπαιον ἀριστείας τυφλός, κατὰ βλεπόντων κατὰ κράτος ἐξήρατο, τὸν Κτίστην καὶ γὰρ τὸν τούτου, καὶ πλαστουργὸν τοῦ παντός, καὶ τυφλὸς ὑπάρχων ἐθεάσατο, ἰδὼν τὴν ὀμμάτωσιν, τὴν πλασθεῖσαν ἐκ πτύσματος, καὶ ταύτη μόνη, ἐπιγνοὺς τὸν φωτίσαντα, καὶ Υἱὸν Θεοῦ, καὶ Δεσπότην παγκόσμιον, ὃν οἱ ὁρῶντες φθόνου, κακία τυφλώττοντες, ὅλως οὐκ εἶδον, καὶ ταῦτα, πολλαπλασίονα βλέποντες, ἐκ τούτου θαυμάτων, ἐνεργείας παραδόξους, μόνοις τοὶς ῥήμασιν.
Ὕποπτος Γραμματεύσι τυφλοίς, ὀμματωθεὶς ὁ πρὶν τυφλώττων τεθέαται ὡς τάχα μηδόλως βλέπων, ἀλλὰ ψευδῶς τὸ ὁρᾶν, τοῦ Σωτῆρος χάριν προσποιούμενος, τυφλώττειν ἐθέλουσι, σκοτασμοὶς τοὶς τοῦ γράμματος, ἐν οἷς ἐκλάμπει, ὁ γλυκὺς Χριστὸς Ἥλιος, σαββατούργησιν, καινουργὸν διαπράξας μοί, ὃς τὸ σκιῶδες τούτου, φωτουργῶν καὶ τὸ κάλυμμα, αἴρων τὸ φῶς τὸ ἐν τούτοις, τοὶς πρὶν τυφλοὶς ἐχορήγησε, καὶ νὺν καθορῶντες τὸν τῶν φώτων παροχέα, κόσμω κηρύττουσι.
Δικαιοσύνης Ἤλιε νοητὲ Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ' ἄμφω, καὶ ἡμῶν τὰ ὄμματα, τῶν ψυχῶν αὐγάσας, Υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοώμέν σοί, Πολλή σου καὶ ἄφατος ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε δόξα σοί.