... ΕΣΠΕΡΙΝΗΝ ΠΡΟΣΚΗΝΗΣΙΝ ΠΡΟΣΦΕΡΟΜΕΝ ΣΟΙ ΤΩ ΑΝΕΣΠΕΡΩ ΦΩΤΙ....

Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, διάβολον ἤσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομέν σε Μονογενές.
Ὁ τὴν Ἀνάστασιν διδοὺς τῶ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ Ἄδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί, εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοὶς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοὶς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.
Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθῶν, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν, τὴ γὰρ αὐτοῦ εὐσπλαγχνία ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.
Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοὶ τῶ ἀνεσπέρω Φωτί, τῶ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῶ κόσμω, καὶ μέχρις Ἄδου κατελθόντι, καὶ τὸ ἐκεισε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοὶς ἔθνεσι δείξαντι, φωτοδότα Κύριε δόξα σοί.
Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν, αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀναστάντος, κόσμος ἐκ πλάνης σέσωσται, χαίρει χορὸς Ἀγγέλων, φεύγει δαιμόνων πλάνη, Ἀδὰμ πεσῶν ἀνίσταται, διάβολος κατήργηται.
Οἱ τῆς κουστωδίας ἐνηχοῦντο ὑπὸ τῶν παρανόμων. Καλύψατε Χριστοῦ τὴν Ἔγερσιν, καὶ λάβετε ἀργύρια, καὶ εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἐκτοῦ μνημείου ἐσυλήθη ὁ νεκρός, Τὶς εἶδε, τὶς ἤκουσε νεκρὸν κλαπέντα ποτέ, μάλιστα ἑσμυρνισμένον καὶ γυμνόν, καταλιπόντα καὶ ἐν τῷ τάφω τὰ ἐντάφια αὐτοῦ. Μὴ πλανᾶσθε Ἰουδαῖοι, μάθετε τὰς ῥήσεις τῶν Προφητῶν, καὶ γνῶτε, ὅτι αὐτὸς ἐστιν ἀληθῶς, ὁ Λυτρωτὴς τοῦ κόσμου καὶ Παντοδύναμος.
Κύριε ὁ τὸν Ἅδην σκυλεύσας, καὶ τὸν θάνατον πατήσας, Σωτὴρ ἡμῶν, ὁ φωτίσας τὸν κόσμον τῶ Σταυρῶ τῶ τιμίω, ἐλέησον ἡμᾶς.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ