... ΣΙΛΩΑΜ ΤΗΝ ΚΟΛΥΜΒΗΘΡΑΝ....
Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίω λογισμῶ ἔλεγεν, Ἄρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἄρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν Πότε νὺξ πότε ἡμέρα, οὐκ εὐτονούσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα, οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα, ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός, Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με.
Παράγων ὁ Ἰησοῦς ἐκ τοῦ ἱεροῦ, εὗρεν ἄνθρωπον Τυφλὸν ἐκ γενετῆς, καὶ σπλαγχνισθεὶς ἐπέθηκε πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν, Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωάμ, καὶ νιψάμενος ἀνέβλεψε, δόξαν ἀναπέμπων Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ, ἔλεγον αὐτῷ, Τίς σου τὰς κόρας διήνοιξεν ἃς οὐδεὶς τῶν βλεπόντων ἰᾶσαι ἴσχυσεν, ὁ δὲ φησὶ βοήσας, Ἀνθρωπος, Ἰησοῦς λεγόμενος, ἐκείνός μοὶ ἔφη, Νίψαι εἰς τοῦ Σιλωὰμ καὶ ἀνέβλεψα, Αὐτὸς ἐστιν ἀληθῶς, ὃν ἔφη Μωσὴς ἐν τῷ νόμω Χριστὸν Μεσσίαν, αὐτὸς ἐστιν ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ὅλον τὸν βίον ὁ Τυφλός, νύκτα λογιζόμενος, ἐβόησε πρὸς σὲ Κύριε, Ἀνοιξόν μου τὰς κόρας, Υἱὲ Δαυϊδ, ὁ Σωτὴρ ἡμῶν, ἵνα μετὰ πάντων καγῶ, ὑμνήσω σου τὴν δύναμιν.
Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον Τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταὶ ἐπηρώτων σὲ λέγοντες, Διδάσκαλε, τὶς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῆ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς, Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι, Καὶ ταῦτα εἰπὼν πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ λέξας πρὸς αὐτόν, Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δὲ νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ, Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοί, Διὸ βοῶμεν καὶ ἡμεῖς, Ἐλέησον ἡμᾶς.
Δικαιοσύνης ἥλιε νοητέ, Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ ἄμφω, καὶ ἡμῶν τὰ ὄμματα, τῶν ψυχῶν αὐγάσας, Υἱοὺς ἡμέραςδείξον, ἵνα πίστει βοώμέν σοί, Πολλή σου καὶ ἄφατος, ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοί.
Ὁ διὰ σπλάγχνα ἐλέους σαρκωθείς, Χριστὲ ὁ Θεός, τὸν τοῦ φωτὸς ἐστερημένον, ἀπὸ μήτρας σπλάγχνοις ἀφάτοις οἰκτιρμῶν, λαμπηδόνος θείας κατηξίωσας, τούτου τὰς κόρας, πηλὸν τοὶς σοὶς πλαστουργοὶς δακτύλοις ἐπιχρίσας, Αὐτὸς καὶ νὺν φωτοπάροχε, καὶ ἡμῶν καταύγασον, τὰ τῆς ψυχῆς αἰσθητήρια, ὡς μόνος ἀφθονοπάροχος.
Τὶς λαλήσει τὰς δυναστείας σου Χριστὲ; ἢ τὶς ἐξαριθμήσει τῶν θαυμάτων σου τὰ πλήθη; διπλοῦς γὰρ ὡς ὠράθης ἐπὶ γῆς δι' ἀγαθότητα, διπλᾶς καὶ τὰς ἰάσεις τοίς νοσοῦσιν ἐχορήγεις, οὐ μόνον γὰρ τοῦ σώματος ὀφθαλμοὺς διήνοιξας, τοῦ ἀπὸ μητρας πηρωθέντος, ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς, ὅθεν Θεὸν σὲ ὡμολόγει τὸν κρυπτόμενον, καὶ πᾶσι παρέχοντα τὸ μέγα ἔλεος.