.... ΤΙ ΘΡΗΝΕΙΤΕ ΤΟΝ ΑΦΘΑΡΤΟΝ.....
Ὑμνούμέν σου Χριστέ, τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.
Ὁ Σταυρὸν ὑπομεῖνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωήν, Κύριε, ὡς μόνος παντοδύναμος.
Ὁ τὸν Ἅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τὴ ἀναστάσει σου, Χριστέ, ἀξίωσον ἡμᾶς, ἐν καθαρᾷ καρδία, ὑμνεῖν καὶ δοξάζειν σε.
Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες ὑμνούμέν σε, Χριστέ, Ἐτέχθης ἐκ Παρθένου καὶ ἀχώριστος ὑπῆρχες τῶ Πατρί, Ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας σταυρόν, Ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθῶν, ἵνα σώσης τὸν κόσμον, Κύριε, δόξα σοί.
Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοίξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.
Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὦ τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τὴ Σιὼν εἴπατε, Δέχου παρ ἡμῶν χαρὰς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε. Τὶ ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν; τὶ θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοὶς αὐτοῦ Μαθηταῖς.
Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὧ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρὰς ἔπλησε λέγων, Κηρύξατε Ἀποστόλοις.
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τὴ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοὶς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τὴ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Εἶτα, τὸ Χριστὸς ἀνέστη... ἐκ τρίτου, καὶ ψάλλομεν τοῦτο πολλάκις, ἄχρις ἂν ἀσπάσωνται οἱ Ἀδελφοὶ ἀλλήλους ὁ δὲ Ἀσπασμὸς γίνεται οὕτω.