ΕΓΚΡΑΤΕΙΑΣ ΤΟΙΣ ΒΕΛΕΣΙ, ΤΟΝ ΕΧΘΡΟΝ ΕΤΡΑΥΜΑΤΙΣΑΣ
Ἐγκρατείας τοὶς βέλεσι, τὸν ἐχθρὸν ἐτραυμάτισας, καὶ τὰς τούτου φάλαγγας ἐξεπόρθησας, διὸ τῆς νίκης ἀπέλαβες, βραβεῖα Μακάριε, παρ' αὐτοῦ τοῦ κραταιῶς, σὲ Χριστοῦ ἐνισχύσαντος, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Θεωρίας τῆς κρείττονος, ἐπιβὰς Παμμακάριστε, τὰ γεώδη ἅπαντα καὶ ἐπίκηρα, καὶ περιῶν ἐν τῷ σώματι, παρεῖδες καὶ ἄϋλον, πολιτείαν ἐπὶ γῆς, ἐπεσπάσω ἀοίδιμε, θείω Πνεύματι, ὁδηγούμενος Πάτερ μοναζόντων, ὁδηγὸς κανὼν καὶ τύπος, ὤφθης καὶ πίστει περίδοξος.
Τῶν χαρίτων τοῦ Πνεύματος, ταὶς ἐνθέοις ἑλλάμψεσι, φαιδρυνδεὶς θεόπνευστε, Ἰσαάκιε, φωστὴρ ἐδείχθης τοὶς πέρασιν, ὀδύνας κακώσεων, καὶ τὸ σκότος τῶν παθῶν, ἀπελαύνων πρεσβείαις σου, καὶ ῥυόμενος, νοσημάτων παντοίων καὶ κινδύνων, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.