ΤΟΝ ΠΡΟ ΗΛΙΟΥ ΗΛΙΟΝ, ΔΥΝΑΝΤΑ ΠΟΤΕ ΕΝ ΤΑΦΩ.... ΠΑΡΕΧΩΝ ΑΝΑΣΤΑΣΙΝ.....
Τὸν πρὸ ἠλίου Ἥλιον, δύναντα ποτὲ ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων, Ὧ φίλαι, δεῦτε τοὶς ἀρώμασιν ὑπαλείψωμεν Σῶμα ζωηφόρον καὶ τεθαμμένον, Σάρκα ἀνιστώσαν τὸν παραπεσόντα Ἀδάμ, κείμενον ἐν τῷ μνήματι, Ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα, τῶ μὴ ἐν σπαργάνοις, ἀλλ' ἐν σινδόνι ἐνειλημένω, καὶ κλαύσωμεν, καὶ κράξωμεν, Ὧ Δέσποτα ἐξεγέρθητι, ὁ τοὶς πεσοῦσι παρέχων ἀνάστασιν.