Ο ΤΥΦΛΟΣ ΓΕΝΝΗΘΕΙΣ, ΕΝ ΤΩ ΙΔΙΩ ΛΟΓΙΣΜΩ ΕΛΕΓΕΝ, ΑΡΑ ΕΓΩ ΔΙ' ΑΜΑΡΤΙΑΣ ΓΟΝΕΩΝ ΕΓΕΝΝΗΘΗΝ ΑΟΜΜΑΤΟΣ; ΑΡΑ ΕΓΩ, ΔΙ΄ ΑΠΙΣΤΙΑΝ ΕΘΝΩΝ ΕΓΕΝΝΗΘΗΝ ΕΙΣ ΕΝΔΕΙΞΙΝ....
Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίω λογισμῶ ἔλεγεν, Ἄρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἄρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν, οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν, πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονούσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα, οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα, ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός, Ἐπίβλεψον ἐπ ἐμέ, καὶ ἐλέησόν με. Παράγων ὁ Ἰησοῦς ἐκ τοῦ ἱεροῦ, εὗρεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ σπλαγχνισθείς, ἐπέθηκε πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν, Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωάμ, καὶ νιψάμενος ἀνέβλεψε, δόξαν ἀναπέμπων Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ, ἔλεγον αὐτῷ, Τίς σου τὰς κόρας διήνοιξεν, ἃς οὐδεὶς τῶν βλεπόντων ἰᾶσαι ἴσχυσεν, ὁ δὲ φησὶ βοήσας, Ἄνθρωπος, Ἰησοῦς λεγόμενος, ἐκείνός μοὶ ἔφη, Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα, Αὐτὸς ἐστιν ἀληθῶς, ὃν ἔφη Μωσὴς ἐν τῷ νόμω, Χριστὸν Μεσσίαν, αὐτὸς ἐστιν ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες, Διδάσκαλε, τὶς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῆ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς, Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι, Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν, Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δέ, νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ, Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοί, Διὸ βοῶμεν καὶ ἡμεῖς, Ἐλέησον ἡμᾶς.