ΠΑΡΑΝΟΜΩΝ ΔΟΓΜΑ, ΝΟΜΩ ΚΡΑΤΥΝΟΜΕΝΟΣ...
Παρανόμων δόγμα, νόμω κρατυνόμενος τῆς ἀληθείας, ἀθλητὰ Ἑρμεία, χαίρων ἐξεφαύλισας καὶ τοὶς ἀγῶσι, τοὶς μεγίστοις μάκαρ, καρτερῶν ἀπέλαβες, τὰς ἐν τοῖς ὑψίστοις, σκηνώσεις εἰς αἰῶνας.
Οὐ πτοοῦμαι πᾶσαν, ἀλγεινῶν ἐπίτασιν προσγινομένην, οὐδὲ νέμω σέβας, τοὶς μὴ οὔσιν ἔκραζες θεοῖς Παμμάκαρ, ἕνα μόνον σέβω, Ἰησοῦν τὸν Κύριον, τὸν ἐπὶ Ποντίου, Πιλάτου σταυρωθέντα.
Θύεσθαι προείλου, ὡς ἀρνίον ἄμωμον Μάρτυς Ἑρμεία, ὑπὲρ τοῦ τυθέντος, δι' ἡμᾶς ὡς πρόβατον, καὶ τὰς θυσίας τὰς βεβήλους πάσας, ἐκ τῆς γῆς ἐξάραντος, ὅθεν ἐν αἰνέσει ἀξίως σὲ ὑμνοῦμεν.