ΤΩΝ ΚΟΛΠΩΝ ΤΩΝ ΠΑΤΡΙΚΩΝ....
Τῶν κόλπων τῶν πατρικῶν μὴ χωρισθείς, γλυκύτατε Ἰησοῦ, καὶ τοὶς ἐπὶ γῆς ὡς ἄνθρωπος, συναναστραφεις, σήμερον ἀπ' ὅρους τῶν Ἐλαιῶν ἀνελήφθης ἐν δόξῃ, καὶ τὴν πεσοῦσαν φύσιν ἡμῶν συμπαθῶς ἀνυψώσας, τῶ Πατρὶ συνεκάθισας, ὅθεν αἱ οὐράνιαι τῶν ἀσωμάτων τάξεις, τὸ θαῦμα ἐκπληττόμεναι, ἐξίσταντο θάμβει, καὶ τρόμω συνεχόμεναι, τὴν σὴν φιλανθρωπίαν ἐμεγάλυνον, Μεθ' ὧν καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, τὴν πρὸς ἡμᾶς σου συγκατάβασιν, καὶ τὴν ἀφ' ἡμῶν Ἀνάληψιν δοξολογοῦντες, ἱκετεύομεν λέγοντες, ὁ τοὺς μαθητὰς καὶ τὴν τεκούσάν σε Θεοτόκον, χαρὰς ἀπείρου πλήσας ἐν τῇ σὴ Ἀναλήψει, καὶ ἡμᾶς ἀξίωσον, τῶν ἐκλεκτῶν σου τῆς χαρᾶς, εὐχαὶς αὐτῶν, διὰ τὸ μέγα σου ἔλεος.