ΛΥΡΑ ΚΡΟΥΟΜΕΝΗ ΠΝΕΥΜΑΤΙ, ΓΕΓΟΝΕ ΠΑΜΜΑΚΑΡ....
Λύρα κρουομένη Πνεύματι, γέγονε Παμμάκαρ, ἡ θεοκίνητος γλώσσά σου, φθεγγομένη τὰ μεγαλεῖα, τοῦ Σωτῆρος καὶ Θεοῦ ἡμῶν.
Ἔχων Λόγον τὸν προάναρχον, σὲ κατευοδοῦντα, καὶ προφανῶς ἐνισχύοντα, τοὶς ἀθέοις τὰς σωτηρίους τρίβους, Κᾶρπε καθυπέδειξας.
Ἴνα Κᾶρπε τὸ σωτήριον, κήρυγμα τὴ κτίσει, ὡς Ἱεράρχης θεόληπτος καταγγείλης, πολλοὺς ὑπέστης, διωγμοὺς καὶ θλίψεις ἔνδοξε.