ΔΕΥΤΕ ΛΑΟΙ ΥΜΝΗΣΩΜΕΝ....ΕΚ ΤΗΣ ΠΛΑΝΗΣ ΤΟΥ ΕΧΘΡΟΥ ΛΥΤΡΩΣΑΜΕΝΟΣ....

Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας ἐν κόσμῳ τὴν Ἀνάστασιν.
Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ τῶ ἀναστάντι ἐκ νεκρῶν, ὅτι αὐτὸς ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς ἐκ τῶν ἀνομιῶν ἡμῶν.
Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, ὅτι αὐτὸς ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τὸν κόσμον λυτρωσάμενος.
Εὐφράνθητε οὐρανοί, σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην, ἰδοὺ γὰρ ὁ Ἐμμανουήλ, τὰς ἁμαρτίας ἡμῶν τῶ Σταυρῶ προσήλωσε, καὶ ζωὴν ὁ διδούς, θάνατον ἐνέκρωσε τὸν Ἀδὰμ ἀναστήσας ὡς φιλάνθρωπος.
Τὸν σαρκὶ ἑκουσίως σταυρωθέντα δι' ἡμᾶς, παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, ὑμνήσωμεν λέγοντες, Στήριξον ὀρθοδοξία τὴν Ἐκκλησίαν σου Χριστέ, καὶ εἰρήνευσον τὴν ζωὴν ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Τῶ ζωοδόχω σου τάφω, παρεστῶτες οἱ ἀνάξιοι, δοξολογίαν προσφέρομεν τὴ ἀφάτω σου εὐσπλαγχνία, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι Σταυρὸν κατεδέξω καὶ θάνατον ἀναμάρτητε, ἵνα τῷ κόσμω δωρήση τὴν Ἀνάστασιν, ὡς φιλάνθρωπος.
Τὸν τῶ Πατρὶ συνάναρχον, καὶ συναϊδιον Λόγον, τὸν ἐκ παρθενικῆς νηδύος προελθόντα ἀφράστως, καὶ σταυρὸν καὶ θάνατον δι' ἡμᾶς ἑκουσίως καταδεξάμενον καὶ ἀναστάντα ἐν δόξῃ, ὑμνήσωμεν λέγοντες, Ζωοδότα Κύριε δόξα σοί, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ