ΛΥΣΑΣ ΤΟ ΚΑΤΑΚΡΙΜΑ ΤΗΣ ΑΝΘΡΩΠΟΤΗΤΑΣ, ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ....

Λύσας τὸ κατάκριμα τῆς ἀνθρωπότητος, Χριστὸς ἀνέστη, καὶ ἀνελήφθη πρὸς τὰ ἐπουράνια, Πατρὸς συνεδρία, τιμήσας οὓς ἠγάπησεν.
Μετὰ τὴν Ἀνάστασιν, χαροποιήσας Χριστὲ τοὺς Μαθητάς σου, ἀνῆλθες ἄνω, πρὸς τὸν σὸν Γεννήτορα, οὗ οὐκ ἐχωρίσθης, κὰν τοὶς βροτοὶς ὡμίλησας.
Νόμου προσκιάσματα, καὶ τὰ κηρύγματα, τῶν θεηγόρων, Χριστὲ πληρώσας, ἀνῆλθες νεφέλης σε, καθυπολαβούσης, Σωτὴρ πρὸς τὰ οὐράνια.
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῶ Δεσπότη, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ