.... ΧΟΡΟΣΤΑΣΙΑΝ.... ΑΙΩΝΑΣ....

Ταὶς εὐαρμόστοις Ὅσιε, τῆς ψυχῆς σου δυνάμεσιν, ἡ τρισσοφαὴς συγκατεκράθη ἔλλαμψις, ἐξ ἦς δαδουχούμενος, ὡς ἐκ μιᾶς θεότητος, ταύτης πρὸ τοῦ στύλου, σοῦ τρισόλβιον οἶκον, ἐνδόξως ἐδομήσω, καὶ τὴν ἄκτιστον σέβειν, ἐθέσπισας ἐν τούτῳ, τριάδα εἰς αἰῶνας.



Ἡ πανσθενὴς τοῦ Πνεύματος, τοῦ Ἁγίου ἐνέργεια, σοὶ θεοειδῶς Παμμάκαρ ἐνσκηνώσασα, συντρέχειν κεκίνηκεν, ἐκ τῶν περάτων ἅπαντας, τους ὑπὸ πνευμάτων, πονηρῶν μαινομένους, καὶ τούτους θεραπεύων τὴ βαϊνη σου ῥάβδω, ἐδίδασκες, Τὸν Κτίστην, ὑμνεῖτε εἰς αἰῶνας.



Νεανικῶς τὸ φρόνημα, τῆς σαρκὸς καθυπέταξας, Πάτερ ἐν νηστείαις, καὶ εὐχαὶς τῶ πνεύματι, γαστρός τε τὴν πύρωσιν, ἀπεσβεκῶς ἠφάνισας, καὶ ὡς μὴ ἐσθίων, ὑπέρ ἀνθρώπων ὤφθης, τροφὴ τὴ οὐρανίω, διαιτώμενος μόνη, καὶ ταύτης τὸν δοτήρα, ὑμνῶν εἰς τοὺς αἰῶνας.



Χοροστασίαν ἔνθεον, φοιτητῶν σοὶ θεσπέσιε, Πάτερ ἐγχειρίζεται, Χριστὸς ὁ Κύριος οὓς πόθω δεξάμενος διδασκαλίαις ἤλειφας, πρὸς τὸν ἐν ἀσκήσει, ἐπεκτείνεσθαι δρόμον, μεθ' ὧν τὰς ἀναπαύσεις, τῶν νοσηλευομένων, τελῶν ἐδοξολόγεις, αὐτὸν εἰς τοὺς αἰῶνας.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ