ΑΥΤΗ Η ΗΜΕΡΑ, ΗΝ ..... ΑΝΑΣΤΑΣΕΩΣ ΗΜΕΡΑ..... ΧΑΡΙΣΑΜΕΝΟΣ....
Σὲ τὸν σαρκωθέντα Σωτήρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ἀσμάτων μεγαλύνομεν, ὅτι Σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας Ἄδου πύλας, τριήμερος ἀνέστης, σώζων τὰς ψυχὰς ἡμῶν.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοίξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.
Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τὴ Σιὼν εἴπατε, Δέχου παρ ἡμῶν χαρὰς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε, Τὶ ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν, τὶ θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοὶς αὐτοῦ Μαθηταῖς.
Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὧ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρὰς ἔπλησε λέγων, Κηρύξατε Ἀποστόλοις.
Δικαιοσύνης ἥλιε νοητέ, Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ ἄμφω καὶ ἡμῶν τὰ ὄμματα, τῶν ψυχῶν αὐγάσας, υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοώμέν σοί, Πολλή σου καὶ ἄφατος, ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοί.
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τὴ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοὶς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τὴ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.