Ο ΤΥΦΛΟΣ ΓΕΝΝΗΘΕΙΣ, ΕΝ ΤΩ ΙΔΙΩ ΛΟΓΙΣΜΩ....
Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίω λογισμῶ ἔλεγεν, Ἄρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἄρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν, Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονούσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα, οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα, Ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός, Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με.
Παράγων ὁ Ἰησοῦς ἐκ τοῦ Ἱεροῦ, εὗρεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ σπλαγχνισθείς, ἐπέθηκε πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν, Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωάμ, καὶ νιψάμενος ἀνέβλεψε, δόξαν ἀναπέμπων Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ, ἔλεγον αὐτῷ, Τίς σου τὰς κόρας διήνοιξεν, ἃς οὐδεὶς τῶν βλεπόντων ἰᾶσαι ἴσχυσεν, ὁ δὲ φησὶ βοήσας, Ἄνθρωπος, Ἰησοῦς λεγόμενος, ἐκείνός μοὶ ἔφη, Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα, Αὐτὸς ἐστιν ἀληθῶς, ὃν ἔφη Μωσὴς ἐν τῷ νόμω, Χριστὸν Μεσσίαν, αὐτὸς ἐστιν ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ὅλον τὸν βίον ὁ Τυφλός, νύκτα λογιζόμενος ἐβόησε πρὸς σὲ Κύριε, Ἀνοιξόν μου τὰς κόρας, Υἱὲ Δαυϊδ, ὁ Σωτὴρ ἡμῶν, ἵνα μετὰ πάντων καγῶ ὑμνήσω σου τὴν δύναμιν.
Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον Τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες, Διδάσκαλε, τὶς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ ἵνα τυφλὸς γεννηθῆ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς, Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ, ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι, Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν, Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δὲ νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ, Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοί, Διὸ βοῶμεν καὶ ἡμεῖς, Ἐλέησον ἡμᾶς.
Εν τῇ Ἐρυθρὰ θαλάσση, τῆς ἀπειρογάμου νύμφης εἰκὼν διεγράφη ποτέ, Ἐκεῖ, Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε, Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, Τότε τὸν βυθόν ἐπέζευσεν, ἀβρόχως Ἰσραήλ, νὺν δέ, τὸ Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, Ἡ θάλασσα, μετὰ την πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος, μετὰ τήν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὧν, καὶ προῶν, καὶ φανεῖς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς.