ΟΜΜΑ ΟΛΟΜΕΛΙΑΣ ΒΡΟΤΩΝ....
Ὄμμα ὁλομελίας βροτῶν, καὶ ὀφθαλμοὺς τοῦ κοσμικοῦ τούτου σώματος, ὑπάρχων Θεὲ καὶ Λόγε, καὶ τῶν ὀμμάτων καινός, δημιουργὸς καὶ πλάστης γνωριζόμενος, καὶ νὺν ἐκ τοῦ κράματος, τοῦ χοὸς καὶ τοῦ πτύσματος Τυφλὸν ἀρρήτως, ὀμματοὶς ἐν δακτύλοις σοίς, καταπλάττουσι, καὶ πηλὸν καὶ τὴν ὅρασιν, ἢς καὶ τυχῶν ὁ πρίν, ἐν γεννητοῖς γνωριζόμενος, ἥλιον ὅλως μὴ βλέπων, σὲ τὸν γλυκὺν ὁρᾷ Ἥλιον, ἰδὼν τὴν εἰκόνα, τοῦ ἡμᾶς δι' εὐσπλαγχνίαν, ἄφατον πλάσαντος.
Μέλη καὶ διαρτίαν πλουτῶν, τῆς τῶν βροτῶν σωματικῆς ὀργανώσεως, ὁ πρώην τυφλὸς ἐκ μήτρας, τῆς μητρικῆς προελθῶν, ὡς μηδὲ τὴν πλάσιν εἶναι ὤετο, ὀμμάτων τὴν στέρησιν, εὐπορήσας ἀνόθευτον, ἐξ ἦς τοὺς πόδας, καὶ τὰ πλείω τοῦ σώματος, τοὶς προσκρούσμασι, τοὶς τῶν λίθων ἐξήρθρωτο ὃς διὰ σοῦ καὶ τοῦτον, τὸν πλουτισμόν ἐπικτώμενος, βλέπει τὸ φῶς τὸ τοῦ κόσμου, καὶ τὸν τῶν φώτων σὲ πρύτανιν, Θεὸν καὶ Δεσπότην, τῶν κτισμάτων καταγγέλλει κτίστην παγκόσμιον.
Ὕποπτος Γραμματεύσι τυφλοίς, ὀμματωθεὶς ὁ πρὶν τυφλώττων τεθέαται, ὡς τάχα μηδόλως βλέπων, ἀλλὰ ψευδῶς τὸ ὁρᾶν, τοῦ Σωτῆρος χάριν προσποιούμενος, τυφλώττειν ἐθέλουσι, σκοτασμοὶς τοὶς τοῦ γράμματος, ἐν οἷς ἐκλάμπει, ὁ γλυκὺς Χριστὸς Ἥλιος, σαββατούργησιν, καινουργὸν διαπράξας μοί, ὃς τὸ σκιῶδες τούτου, φωτουργῶν καὶ τὸ κάλυμμα αἴρων τὸ φῶς τὸ ἐν τούτοις, τοὶς πρὶν τυφλοὶς ἐχορήγησε, καὶ νὺν καθορῶντες, τὸν τῶν φώτων παροχέα, κόσμω κηρύττουσι.
Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίω λογισμῶ ἔλεγεν, Ἄρα ἐγὼ δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἄρα ἐγὼ δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν, οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν, Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονούσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα, οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα, Ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός, Ἐπίβλεψον ἐπ ἐμὲ καὶ ἐλέησόν με.