ΑΝΑΣΤΑΣΕΩΣ.....ΠΑΣΧΑ ΚΥΡΙΟΥ..... ΕΟΡΤΑΖΕΤΩ ΔΕ ΚΟΣΜΟΣ....
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ἄδοντας.
Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῶ ἀπροσίτω φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ἄδοντες.
Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.