ΘΑΥΜΑ ΚΑΙΝΟΠΡΕΠΕΣ
Θαῦμα καινοπρεπές! ἡ βρότειος γὰρ φύσις, εἰς οὐρανοὺς ἀνῆλθεν, ἡ ἑνωθεῖσα Λόγῳ, Θεῷ τῶ παντοκράτορι.
Πάντα τὰ ἔθνη κροτήσατε χείρας ἀλαλάξατε τῷ θεῷ ἐν φωνή ἀγαλλιάσεως
Ἔλαμψεν ἡ φαιδρά, καὶ πάμφωτος ἡμέρα, τῆς τοῦ Δεσπότου θείας, εἰς οὐρανοὺς ἀνόδου, λαμπρύνουσα τὰ σύμπαντα.
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ κύριος ἐν φωνή σάλπιγγος
'ὥσπερ τοὶς Μαθηταῖς, ἀπέστειλας ἐξ ὕψους, τὸ συμφυές σου Πνεῦμα, καὶ τῶ λαῶ σου πέμψον, Χριστὲ Σωτὴρ τὴν χάριν σου.
Κύριε, ἀναλαμβανομένου σου ὅθεν οὐκ ἐχωρίσθης, αἱ στρατιαὶ τῶν Ἀγγέλων, καὶ πάντων τῶν Ἀσωμάτων, ἐν ἀγαλλιάσει ἐβόων, ταὶς ἀνωτέραις δυνάμεσιν, Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης, ὁ γὰρ θρόνος ὁ χερουβικὸς ἀνέλαβέ σε μετὰ σαρκός, Κύριε, δόξα σοί.