ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ ΤΟΥ ΚΥΡΙΟΥ --- ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΕΥΤΥΧΟΥΣ Ή ΕΥΤΥΧΙΟΥ....

Τὴ αὐτὴ ἡμέρα Πέμπτη τῆς ἕκτης Ἑβδομάδος ἀπὸ τοῦ Πάσχα, τὴν Ἀνάληψιν ἑορτάζομεν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Στίχοι

· Ἐκ δεξιᾶς καθίσας πατρικῆς Λόγε,

· Μύσταις παρασχῶν πίστιν ἀσφαλεστέραν.



Ὁ ἀναληφθεὶς ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς, Ἀμήν.
ΤΗ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΜΑΪΟΥ



Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐτυχοῦς ἢ Εὐτυχίου, Ἐπισκόπου Μελιτηνής.
Τὴ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐτυχοῦς, Ἐπισκόπου Μελιτηνής.

Στίχοι

· Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ!

· Θείας τετευχῶς, Εὐτυχές, κληρουχίας,

· Εἰκάδι ὀγδοάτη Εὐτυχέα ἔνθεν ἄειραν.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἑλικωνίδος.

Στίχοι

· Ἑλικωνὶς τμηθεῖσα τὴν κάραν ξίφει

· Οὐχ Ἑλικῶνα, ἀλλ' Ἐδὲμ τρυφὴν ἔχει.



Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμὴν

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ