ΛΑΜΨΙΝ ΦΩΣΦΟΡΟΝ, ΚΑΤΑΛΑΜΨΑΣΑΝ
Λάμψιν φωσφόρον, καταλάμψασαν Θεώμενοι, προδήλως ἐν Σαββάτῳ, τῶ φωτοφόρω Τυφλῶ, οἱ νόμοις τοὶς Μωσέως ἐντεθραμμένοι, γνώμη τυφλώττουσιν, ὁρῶντες σκιά, σκίασμα μὴ γνόντες τὸ συγκαλύπτον νόμους, ἐξ οὗ οὐκ εἶδον τὸν φωτουργόν, καὶ τὸν τῶ λόγῳ Σαββάτου δημιουργόν, τὸν ὀμματώσαντα Τυφλὸν τὴ ἀπονίψει, καὶ τὴ τοῦ πτύσματος καινὴ πηλεργασία, μεθ' οὗ μιγνύμενοι, Θεὸν αὐτὸν κατίδωμεν, τὴν ἐκτύφλωσιν Φαρισαίων ἐλέγχοντες ὁράσει, τὴ ἐκ τοῦ κρείττονος.
Ἐπίβλεψον ἐπ ἐμέ, καὶ ἐλέησόν με...
Ὄρθρος ἀνίσχει, τῶ ἐν σκότει, διατρίβοντι, νυκτὸς ἀορασίας πολυωδύνω Τυφλῶ, ἐν ῥείθροις λουσαμένω, τὸ φῶς ὀμμάτων θείω κελεύσματι, πηγὴ Σιλωάμ, ὅθεν σελασφόρος καινότερος ὁρᾶται, ὁμίχλην σκότους νυκτοποιόν, τῶν νομικῶν διελέγχων Γραμματιστῶν, καὶ τὴν σκοτόμαιναν, τῆς τούτων ἀβλεψίας, ταὶς ἀναλάμψεσι φωτίζων ταίς φωσφόροις, ἐξ ὧν ἡ τύφλωσις τοῦ πρὶν σκιώδους γράμματος, ὀμματοῦται ταὶς ἐκ τοῦ Λόγου, ἡμῖν παρεχομέναις, φαιδραῖς ἑλλάμψεσιν.
Τὰ διαβήματά μου κατεύθυνον...
Ὕψους ἐπέβη φωτοφόρου ἐπιβάσεως, φωτὶ θεογνωσίας καταλαμφθεὶς ὁ Τυφλός, κὰν πρώην ἐτυφλοῦτο ἐξ ἀμφοὶν τὸν φωτοδότην γνωρίζει καὶ φωτουργόν, τὸν ἀναλάμψαντα ἐκ τάφου τριημέρως, καὶ γὴν φαιδρύναντα αὐτοῦ τή, Ἀναστάσει ἐξ ἦς ἐπέλαμψε, τὸ φῶς τῆς ἀναπλάσεως, τοὶς ἐν σκότει κεκρατημένοις, βροτοὶς δι' εὐσπλαγχνίαν καὶ μέγα ἔλεος.
Ὁ διὰ σπλάγχνα ἐλέους σαρκωθεὶς Χριστὲ ὁ Θεός, τὸν τοῦ φωτὸς ἐστερημένον ἀπὸ μήτρας σπλάγχνοις ἀφάτοις οἰκτιρμῶν, λαμπηδόνος θείας κατηξίωσας, τούτου τάς κόρας, πηλὸν τοὶς σοὶς πλαστουργοὶς δακτύλοις ἐπιχρίσας, Αὐτὸς καὶ νὺν φωτοπάροχε καὶ ἡμῶν καταύγασον τὰ τῆς ψυχῆς αἰσθητήρια, ὡς μόνος ἀφθονοπάροχος.