..... ΑΠΟ ΦΩΝΗΣ ΤΟΥ ΒΑΠΤΙΣΤΟΥ ΚΑΙ ΟΨΕΩΣ...

Θεολογίας ἀληθοῦς ὑπόθεσις, ἐστὶν ἡ μνήμη σου, θαυματουργὲ Πάτερ, Συμεὼν καὶ ἔλλαμψις, τοὶς συνελθοῦσιν ἅπασι, καθαραῖς ταὶς καρδίαις, ὑμνῆσαι ταύτης τὸ μέγεθος, καὶ τὸν ἀξιάγαστον βίον σου.



Ἀπὸ φωνῆς τοῦ Βαπτιστοῦ καὶ ὄψεως, εὐηγγελίσθη σου, ἡ εὐκλεὴς μήτηρ, καὶ σὲ εὐωδέστατον, καὶ θεῖον καταγώγιον, παμμακάριστε Πάτερ, συνέλαβέ τε καὶ τέτοκε, τῆς τρισυποστάτου θεότητος.



Ὑπερφυῶς δικαιοσύνης ὄχημα, θεοχαρίτωτον, ἐκ σπαργάνων Πάτερ, μητρικῶν ἐσόμενον, προγνοὺς ὁ μέγας Πρόδρομος, εὐωνύμου μαστοῦ σε, ἀπέχεσθαι ἐγκελεύεται, καὶ τοῦ δεξιοῦ ἀποτρέφεσθαι.



Μυστικωτάτης ἀπαρχὴν δεξάμενος, ζωῆς πανόλβιε, διὰ λουτροῦ Πάτερ, τῆς ἀναγεννήσεως, τὴν δωρεὰν τοῦ Πνεύματος, ἀπὸ βρέφους ἐνθέως, τῆς σῆς ψυχῆς τὴν εὐπρέπειαν, ἔδειξας ἠλίου φαιδρότερον.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ