....ΟΥΡΑΝΟΔΡΟΜΩ ΤΗ ΓΝΩΜΗ,,,,,

Νεανικῶ θεοφόρε, τῶ φρονήματι κόσμου τὴν ὄχλησιν, κενῆς τε δόξης τὰς καταπτώσεις, φεύγων ἡσυχάζειν ἐπόθεις ἐν πνεύματι, βοῶν ἀπαύστως, Εὐλογητός, ὁ Θεός τῶν Πατέρων ἡμῶν.



Σταυροειδῶς ἀνατείνων, τὰς παλάμας σου καὶ προσευχόμενος, Χριστὸν ἐν δόξn μετὰ Ἀγγέλων, ὀφθαλμοφανῶς θεοφόρε τεθέασαι, πρὸς τοῦτο ὄρος τὸ θαυμαστόν, ἀναβήναί σε προστάττοντα.



Οὐρανοδρόμω τὴ γνώμη, ἐπειγόμενος Πάτερ τοῦ κίονος, ἐκβὰς Προθύμως σὺ τοῦ Δεσπότου, θείοις πειθαρχήσας ἐντάλμασιν, ἔφθασας τὸ ὄρος τοῦτο, ὁ θαυμαστῶς, θαυμαστόν αὐτὸς ὠνόμασας.



Ὑψηλοτάτην κορυφήν, ἐπουράνιον ὥσπερ Παράδεισον, εὐωδεστάτοις πεφυτευμένον, ἄνθεσι παντοίοις εὐράμενος, ὤκησας, μονὴν δὲ ταύτην θαυματουργέ, θεοχάρακτον κατέπηξας.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ