ΦΩΣ ΣΕ ΕΚ ΦΩΤΟΣ ΥΠΑΡΧΟΝΤΑ ΝΕΦΕΛΗ, ΦΩΤΕΙΝΗ ΥΠΕΛΑΒΕΝ...
Φῶς σὲ ἐκ φωτός, ὑπάρχοντα νεφέλη, φωτεινὴ ὑπέλαβεν, ἐξ ὅρους τῶν Ἐλαιῶν πάντων ὁρώντων, τῶν θείων Μαθητῶν σου, καὶ σὲ ἀνυμνούντων εἰς πάντας τοὺς αἰῶνας.
Χείρας ψαλμικῶς, κροτήσωμεν, ἀνέστη, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ ἀνελήλυθεν, ὅθεν κατῆλθεν, πρὸς ἡμᾶς φιλανθρώπως, εἰρηνοποιήσας τὰ πάλαι διεστώτα.
Ψάλλων ὁ Δαυϊδ, βοᾷ, Χριστὸς ἐπέβη, ἐπὶ Χερουβὶμ αὐτοῦ, καὶ ἐπετάσθη σαφῶς, ἐπὶ πτερύγων τῶν λογικῶν ταγμάτων, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὤφθης Μαθηταῖς, ἐξαναστὰς τοῦ τάφου, καὶ τούτους ἀνήγαγες ἐν ὄρει τῶν Ἐλαιῶν, ὅθεν νεφέλη φωτὸς ὑπολαβοῦσα, ἦρε πρὸς τὰ ἄνω, Χριστὲ σὲ μετὰ δόξης.