ΥΨΟΥΣ ΕΠΕΒΗ, ΦΩΤΟΦΟΡΟΥ....

Λάμψιν φωσφόρον, καταλάμψασαν Θεώμενοι, προδήλως ἐν Σαββάτῳ τῶ φωτοφόρω Τυφλῶ οἱ νόμοις τοὶς Μωσέως ἐντεθραμμένοι, γνώμη τυφλώττουσιν ὁρῶντες σκιά, σκίασμα μὴ γνόντες τὸ συγκαλύπτον νόμους, ἐξ οὗ οὐκ εἶδον τὸν φωτουργὸν καὶ τὸν τῶ λόγφ Σαββάτου δημιουργόν, τὸν ὀμματώσαντα Τυφλὸν τὴ ἀπονίψει, καὶ τὴ τοῦ πτύσματος καινὴ πηλεργασία, μεθ' οὗ μιγνύμενοι, Θεὸν αὐτὸν κατίδωμεν, τὴν ἐκτύφλωσιν Φαρισαίων ἐλέγχοντες ὁράσει, τὴ ἐκ τοῦ κρείττονος.
Ἐπίβλεψον ἐπ ἐμέ, καὶ ἐλέησόν με...
Ὄρθρος ἀνίσχει τῶ ἐν σκότει διατρίβοντι, νυκτὸς ἀορασίας πολυωδύνω Τυφλῶ ἐν ῥείθροις λουσαμένω, τὸ φῶς ὀμμάτων θείω κελεύσματι, πηγὴ Σιλωάμ, ὅθεν σελασφόρος καινότερος ὁρᾶται, ὁμίχλην σκότους νυκτοποιόν, τῶν νομικῶν διελέγχων Γραμματιστῶν, καὶ τὴν σκοτόμαιναν, τῆς τούτων ἀβλεψίας ταὶς ἀναλάμψεσι φωτίζων ταίς φωσφόροις, ἐξ ὧν ἡ τύφλωσις τοῦ πρὶν σκιώδους γράμματος, ὀμματοῦται ταὶς ἐκ τοῦ Λόγου, ἡμῖν παρεχομέναις φαιδραῖς ἑλλάμψεσιν.
Τὰ διαβήματά μου κατεύθυνον...
Ὕψους ἐπέβη, φωτοφόρου ἐπιβάσεως, φωτὶ θεογνωσίας καταλαμφθεὶς ὁ Τυφλός, κὰν πρώην ἐτυφλοῦτο ἐξ ἀμφοίν, τὸν φωτοδότην γνωρίζει καὶ φωτουργὸν τὸν ἀναλάμψαντα ἐκ τάφου τριημέρως, καὶ γὴν φαιδρύναντα αὐτοῦ τὴ Ἀναστάσει, ἐξ ἦς ἐπέλαμψε, τὸ φῶς τῆς ἀναπλάσεως τοὶς ἐν σκότει κεκρατημένοις, βροτοίς, δι' εὐσπλαγχνίαν καὶ μέγα ἔλεος.
Δόξα... Καὶ νύν... Ἦχος πλ. δ'
Δικαιοσύνης Ἤλιε νοητέ, Χριστὲ ὁ Θεὸς ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ' ἄμφω, καὶ ἡμῶν τὰ ὄμματα, τῶν ψυχῶν αὐγάσας, Υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοώμέν σοί, Πολλή σου καὶ ἄφατος, ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοί.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ