ΟΤΕ ΤΗ ΜΗΤΡΙ ΣΥΝ ΜΑΘΗΤΑΙΣ .....
Ἀνελθῶν εἰς οὐρανούς, ὅθεν καὶ κατῆλθες, μὴ ἐάσης ἡμᾶς ὀρφανοὺς Κύριε, ἐλθέτω σου τὸ Πνεῦμα, φέρον εἰρήνην τῶ κόσμω, δεῖξον τοὶς Υἱοὶς τῶν ἀνθρώπων, ἔργα δυνάμεώς σου, Κύριε φιλάνθρωπε.
Ἀνῆλθες Χριστέ, πρὸς τὸν ἄναρχον Πατέρα σου, ὁ τῶν ἀπεριγράπτων αὐτοῦ κόλπων μὴ χωρισθείς, καὶ προσθήκην αἱ δυνάμεις, τὴ αἰνέσει τοῦ Τρισαγίου οὐκ ἐδέξαντο, ἀλλ' ἕνα Υἱόν, καὶ μετὰ τὴν ἐνανθρώπησιν ἐγνώρισάν σε Κύριε, μονογενὴ τοῦ Πατρός, Ἐν πλήθει σῶν οἰκτιρμῶν, ἐλέησον ἡμᾶς.
Οἱ Ἄγγελοί σου Κύριε, τοὶς Ἀποστόλοις ἔλεγον, Ἄνδρες Γαλιλαῖοι, τὶ ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν, οὔτός ἐστιν Χριστὸς ὁ Θεός, ὁ ἀναληφθεὶς ἀφ' ἡμῶν εἰς τὸν οὐρανόν, οὗτος ἐλεύσεται πάλιν ὃν τρόπον ἐθεάσασθε αὐτόν, πορευόμενον εἰς τὸν οὐρανόν, λατρεύσατε αὐτῷ, ἐν ὁσιότητι καὶ δικαιοσύνη.
Ἐτέχθης, ὡς αὐτὸς ἠθέλησας, ἐφάνης, ὡς αὐτὸς ἠβουλήθης, ἔπαθες σαρκὶ ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ἀνέστης, πατήσας τὸν θάνατον, ἀνελήφθης ἐν δόξῃ, ὁ τὰ σύμπαντα πληρῶν, καὶ ἀπέστειλας ἡμῖν Πνεῦμα θεῖον, τοῦ ἀνυμνεῖν καὶ δοξάζειν σου τὴν θεότητα.
Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῶ καὶ ἓν τὴ γῆ, πάντα ὅσα ἠθέλησεν, ἐποίησεν.
Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου.
Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Τὶ σοὶ ἐστὶ θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρὸν
Λέγει ὁ τὰ σύμπαντα πληρῶν, πρὸς τοὺς Μαθητὰς ἐν τῷ ὄρει, τῶν Ἐλαιῶν ἀνελθῶν, Ἤγγικεν ὧ φίλοι μου, ὁ τῆς ἀνόδου καιρός, πορευθέντες διδάξατε, τὰ ἔθνη τόν λόγον, ὄνπερ ἀκηκόατε, ἐκ τῆς φωνῆς τῆς ἐμῆς, Τότε, ἀνελήφθη ἐν δόξῃ, ὥσπερ ἐπ' ὀχήματος, ὅθεν, τρόμω οἱ Ἀπόστολοι ἐξίσταντο.
Πάντα τὰ ἔθνη κροτήσατε χείρας ἀλαλάξατε τῷ θεῷ ἐν φωνή ἀγαλλιάσεως
Ὅτε τὴ Μητρὶ σὺν Μαθηταῖς, συνοδοιποροῦσιν ἀλλήλοις, εἰς Βηθανίαν Χριστέ, ὕψωσας τὰς χείράς σου, εἰς εὐλογίαν αὐτῶν, καὶ ἐν τῷ εὐλογεῖν αὐτούς, νεφέλη φωτὸς σε, ἐκ τῶν ὀφθαλμῶν αὐτῶν, εὐθὺς ἀνέλαβε, τότε, ἀνελήφθης ἐν δόξῃ, καὶ δεξιοκάθεδρος ὄντως, ὤφθης τῶ Πατρὶ συμπροσκυνούμενος.
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ κύριος ἐν φωνή σάλπιγγος
Δεῦτε συνανέλθωμεν πιστοί, ἐπὶ τὸ μετέωρον ὄρος, τῶν Ἐλαιῶν, καὶ ἐκεῖ, ὥσπερ οἱ Ἀπόστολοι, συνανερχόμενοι, καὶ εἰς ὕψος ἐπάραντες, καρδίας καὶ φρένας, ἴδωμεν τὸν Κύριον, νὺν ἐποχούμενον, ὅθεν, καὶ ἡμεῖς εὐχαρίστως, χαίροντες βοήσωμεν, Δόξα, τὴ σὴ Ἀναλήψει Πολυέλεε.
Ἐν Τοῖς ὄρεσι τοὶς ἁγίοις, θεωρούντές σου τὰς ὑψώσεις Χριστέ, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρός, ἀνυμνούμέν σου τὴν φωτοειδῆ τοῦ προσώπου μορφήν, προσκυνούμέν σου τὰ Παθήματα, τιμῶμεν τὴν Ἀνάστασιν τὴν ἔνδοξον Ἀνάληψιν δοξάζοντες, ἐλέησον ἡμᾶς.
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τὴ ἐπαγγελία τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἰ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.