ΕΝ ΤΗ ΕΡΥΘΡΑ ΘΑΛΑΣΣΗ, ΤΗΣ ΑΠΕΙΡΟΓΑΜΟΥ ΝΥΜΦΗΣ....

Ἐν τῇ Ἐρυθρὰ θαλάσση, τῆς ἀπειρογάμου νύμφης, εἰκὼν διεγράφη ποτέ, Ἐκεῖ, Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε, Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, Τότε, τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νὺν δέ, τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, Ἡ θάλασσα, μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος, μετὰ τήν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὧν, καὶ προῶν, καὶ φανεῖς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ