....ΡΗΜΑΣΙ ΜΑΡΘΑΣ....

Ἄρτοις ὀλίγοις Συμεών, τὸν χορτάσαντα πληθὺν πολυάνθρωπον, Χριστὸν τρισόλβιε, ταὶς προσευχαίς σου ἐκμειλιξάμενος, τοὺς ἐν τῇ μάνδρα κενοὺς σιτῶνας ἐπληρωσάς, ταὶς εὐλογίαις σου, καὶ ἐκ πείνης ἐλυτρώσω τὴν ποίμνην σου.



Ῥήμασι Μάρθας τῆς σεμνῆς, καὶ ὁσίας σου μητρὸς Παμμακάριστε, ἱκετηρίοις σε, προσλιπαρούσης ἐκδυσωπῆσαι Χριστὸν οὐκ ἀπηξίωσας αὐτῆς, πληρῶσαι τὴν αἴτησιν, καὶ θεουπόλεως, τὴν θεήλατον ὀργὴν ἀπεληλακας.



Ἴδες τὸ πέρας Συμεών, τῶν ἀγώνων σου λυθεὶς ἐκ τοῦ σώματος τὴν ὑπεράρρητον, ἐν τοῖς ὑψίστοις παμμάκαρ θέωσιν πρὸς ἣν ἐνθένδε ἀναπτάς, ἀγάλλη τῶ πνεύματι, κατοπτριζόμενος δι' αὐτῆς τὴν τρισυπόστατον ἔλλαμψιν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ