Ο ΚΥΡΙΟΣ ΑΝΕΛΗΦΘΗ ΕΙΣ ΟΥΡΑΝΟΥΣ....

Ὁ Κύριος ἀνελήφθη εἰς οὐρανούς, ἵνα πέμψῃ τὸν Παράκλητον τῶ κόσμω, οἱ οὐρανοὶ ἡτοίμασαν τὸν θρόνον αὐτοῦ, νεφέλαι τὴν ἐπίβασιν αὐτοῦ, Ἄγγελοι θαυμάζουσιν, ἄνθρωπον ὁρῶντες ὑπεράνω αὐτῶν, ὁ Πατὴρ ἐκδέχεται, ὃν ἐν κόλποις ἔχει συναϊδιον, Τὸ Πνεῦμα τὸ ἅγιον κελεύει πᾶσι τοὶς Ἀγγέλοις αὐτοῦ, Ἄρατε πύλας οἱ ἄρχοντες ἡμῶν, Πάντα τὰ ἔθνη κροτήσατε χείρας.

ὅτι ἀνέβη Χριστός, ὅπου ἣν τὸ πρότερον.



Κύριε, τὴ σή, Ἀναλήψει, ἐξεπλάγησαν τὰ Θεόν, ἐπὶ Χερουβίμ, θεωρήσαντά σε τὸν νεφελῶν ἀνερχόμενον, τὸν ἐπ' αὐτῶν καθεζόμενον, καὶ δοξάζομέν σε, ὅτι χρηστόν τὸ ἔλεός σου, δόξα σοί.



Ἐν τοῖς ὄρεσι τοὶς ἁγίοις, θεωρούντές σου τὰς ὑψώσεις Χριστέ, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρός, ἀνυμνούμέν σου τὴν φωτοειδῆ τοῦ προσώπου μορφήν, προσκυνούμέν σου τὰ παθήματα, τιμῶμεν τὴν Ἀνάστασιν, τὴν ἔνδοξον Ἀνάληψιν δοξάζοντες, ἐλέησον ἡμᾶς.



Κύριε, οἱ Ἀπόστολοι ὡς εἰδὸν σε, ἐν νεφέλαις ἐπαιρόμενον, ὀδυρμοὶς δακρύων, ζωοδότα Χριστέ, κατηφείας πληρούμενοι, θρηνοῦντες ἔλεγον, Δέσποτα, μὴ ἔάσης ἡμᾶς ὀρφανούς, οὓς δι' οἶκτον ἠγάπησας δούλους σου, ὡς εὔσπλαγχνος, ἀλλ' ἀπόστειλον, ὡς ὑπέσχου ἡμῖν, τὸ πανάγιόν σου Πνεῦμα, φωταγωγοῦν τὰς ψυχὰς ἡμῶν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ