ΟΤΕ ΑΝΕΛΗΦΘΗΣ ΕΝ ΔΟΞΗ....
Ἀνελθῶν εἰς οὐρανούς, ὅθεν καὶ κατῆλθες, ἐάσης ἡμᾶς ὀρφανοὺς Κύριε, ἐλθέτω μή σου τὸ Πνεῦμα, φέρον εἰρήνην τῶ κόσμω, δεῖξον τοὶς Υἱοὶς τῶν ἀνθρώπων, ἔργα δυνάμεώς σου, Κύριε φιλάνθρωπε.
Ἀνῆλθες Χριστὲ πρὸς τὸν ἄναρχον Πατέρα σου, ὁ τῶν ἀπεριγράπτων αὐτοῦ κόλπων μὴ χωρισθείς, καὶ προσθήκην αἱ δυνάμεις, τὴ αἰνέσει τοῦ Τρισαγίου οὐκ ἐδέξαντο, ἀλλ' ἕνα Υἱόν, καὶ μετὰ τὴν ἐνανθρώπησιν, ἐγνώρισάν σε Κύριε, μονογενὴ τοῦ Πατρός, Ἐν πλήθει σῶν οἰκτιρμῶν, ἐλέησον ἡμᾶς.
Οἱ Ἄγγελοί σου Κύριε, τοὶς Ἀποστόλοις ἔλεγον, Ἀνδρες Γαλιλαῖοι, τὶ ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν, οὔτός ἐστι Χριστὸς ὁ Θεός, ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανόν, οὗτος ἐλεύσεται πάλιν, ὃν τρόπον ἐθεάσασθε αὐτόν, πορευόμενον εἰς οὐρανόν, λατρεύσατε αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνη.
Ὅτε παραγέγονας ἐπὶ τὸ ὄρος, Χριστέ, τῶν Ἐλαιῶν, Πατρὸς ἐπιτελέσαι τὴν εὐδοκίαν, ἐξέστησαν οἱ οὐράνιοι Ἄγγελοι καὶ ἔφριξαν οἱ καταχθόνιοι, παρίσταντο δὲ οἱ Μαθηταὶ μετὰ χαρὰς ἔντρομοι, ὡς ἐλάλεις αὐτοῖς, ὡς θρόνος δὲ ἡτοίμαστο ἐξ ἐναντίας νεφέλη προσμένουσα, πύλας δὲ ὁ οὐρανὸς διαπετάσας, τῶ κάλλει ἐφαίνετο, καὶ ἡ γῆ τοὺς κρυπτήρας ἀνακαλύπτει, Ἀδὰμ τὴν κατάβασιν ὡς γνωσθῆναι, καὶ τὴν αὖθις ἀνάβασιν, ἀλλ' ἴχνη μὲν ὑψοῦτο, ὡς ὑπὸ χειρός, στόμα δὲ μεγάλα ηὐλόγει, ὡς ἠκούετο νεφέλη ὑπελάμβανε, καὶ οὐρανὸς ἔνδον σε ὑπεδέξατο, Ἔργον τοῦτο Κύριε εἰργάσω, μέγα καὶ παράδοξον, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Τὴν καταβάσάν φύσιν τοῦ Ἀδὰμ εἰς τὰ κατώτερα μέρη τῆς γῆς ὁ Θεός, καινοποιήσας σεαυτῶ, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας ἀνήγαγες σήμερον, ὡς ἀγαπήσας γάρ, συνεκάθισας, ὡς συμπαθήσας δέ, ἥνωσας σαυτῶ, ὡς ἑνώσας συνέπαθες, ὡς ἀπαθὴς παθῶν δέ, συνεδόξασας, ἀλλ' οἱ Ἀσώματοι Τὶς ἐστιν οὗτος, ἔλεγον, ὁ ὡραῖος ἀνήρ; ἀλλ' οὐκ ἄνθρωπος μόνον, Θεὸς δὲ καὶ ἄνθρωπος, τὸ συναμφότερον τὸ φαινόμενον, Ὅθεν ἔξαλλοι Ἄγγελοι, ἐν στολαῖς περιϊπτάμενοι, τοὺς Μαθητάς, Ἄνδρες ἐβόων, Γαλιλαῖοι, ὃς ἀφ' ὑμῶν πεπόρευται, οὗτος Ἰησοῦς ἄνθρωπος Θεός, θεάνθρωπος πάλιν ἐλεύσεται, κριτὴς ζώντων καὶ νεκρῶν, πιστοὶς δὲ δωρούμενος ἁμαρτιῶν συγχώρησιν, καὶ τὸ μέγα ἔλεος.
Ὅτε ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεός, τῶν Μαθητῶν ὁρώντων, αἱ νεφέλαι ὑπελάμβανόν σε μετὰ σαρκός, πύλαι ἐπήρθησαν αἱ οὐράνιαι, ὁ χορὸς τῶν Ἀγγέλων ἔχαιρεν ἐν ἀγαλλιάσει, αἱ ἀνώτεραι δυνάμεις ἔκραζον, λέγουσαι, Ἄρατε πύλας οἱ ἄρχοντες ἡμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης, οἱ δὲ μαθηταὶ ἐκπληττόμενοι ἔλεγον, Μὴ χωρισθὴς ἡμῶν, ὁ ποιμὴν ὁ καλός, ἀλλὰ πέμψον ἡμῖν τὸ Πνεύμά σου τὸ πανάγιον, τὸ ὁδηγοῦν καὶ στηρίζον τὰς ψυχὰς ἡμῶν.
Κύριε τὸ μυστήριον, τὸ ἀπὸ τῶν αἰώνων κεκρυμμένον, καὶ ἀπὸ γενεῶν, πληρώσας ὡς ἀγαθός, ἦλθες μετὰ τῶν Μαθητῶν σου ἐν τῷ ὄρει τῶν Ἐλαιῶν, ἔχων τὴν τεκούσάν σε τὸν ποιητὴν καὶ πάντων δημιουργόν, τὴν γὰρ ἐν τῷ Πάθει σου μητρικῶς πάντων ὑπεραλγήσασαν ἔδει καὶ τὴ δόξη τῆς σαρκός σου ὑπερβαλλούσης ἀπολαῦσαι χαράς, ἢς καὶ ἡμεῖς μετασχόντες, τὴ εἰς οὐρανοὺς ἀνόδω σου Δέσποτα, τὸ μέγα σου ἔλεος τὸ εἰς ἡμᾶς γεγονὸς δοξάζομεν.