ΔΕΣΜΕΥΣΑΣ ΤΩ ΣΩ ΘΑΝΑΤΩ, ΛΟΓΕ ΤΟΝ ΘΑΝΑΤΟΝ, ΕΚ ΝΕΚΡΩΝ ΑΝΕΣΤΗΣ....

Δεσμεύσας τῶ σῶ θανάτω, Λόγε τὸν θάνατον, ἐκ νεκρῶν ἀνέστης, σαφῶς τριήμερος, καὶ πρὸς τὰ οὐράνια Σωτήρ, ἀνῆλθες μετὰ δόξης, ὑμνολογούντων ἀσωμάτων σου, τὴν οἰκονομίαν τὴν ἄφατον.
Ἐπέστης τοὶς ἐπὶ γῆς, Χριστὲ ἄνευ σώματος, καὶ φορέσας σάρκα Σταυρὸν ὑπέμεινας, καὶ ἐξαναστὰς ἐκ τῶν νεκρῶν, ἀνῆλθες μετὰ δόξης, πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, εἰρηνοποιήσας τὰ σύμπαντα.
Ζητήσας τὸ ἐπὶ γῆς, πλανώμενον πρόβατον, ἀπλανέσι Λόγε τοῦτο συνέταξας, καὶ ἀναληφθεὶς πρὸς οὐρανούς, ἐκάθισας ἐν δόξῄ, ἐκ δεξιῶν τοῦ σοῦ Γεννήτορος, Δόξα τὴ πολλὴ εὐσπλαγχνία σου.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ