....ΣΟΦΙΣΘΕΙΣ ΕΚ ΒΡΑΧΕΙΑΣ, ΘΑΥΜΑΤΟΥΡΓΕ....
Ἁπαλῶν ἐξ ὀνύχων, ἀγωνιστὴς ἄριστος, ἔφυς ἐραστής τε, τοῦ θείου κάλλους διάπυρος, ὅθεν ἐν μήτρᾳ σε, προεγνωκῶς ὁ Δεσπότης, Συμεὼν ἡγίασε, Πάτερ ἀοίδιμε.
Σοφισθεὶς ἐκ βραχείας, θαυματουργὲ ὅσιε, Πάτερ ἡλικίας, τὴν ὄντως γνῶσιν τοῦ Πνεύματος, τὸν ἀκατάληπτον, αὐτοπτικῶς ἠξιώθης, κατιδεῖν Δυνάμεσι περικυκλούμενον.
Τῆς ψυχῆς τὰς αἰσθήσεις, ἐκ τῆς φρικτῆς ὅσιε, Πάτερ ἑλλαμφθείς, θεωρίας, ξένην διάγνωσιν, ἐκτήσω τῶν ἀγαθῶν, καὶ τῶν ἑτέρως ἐχόντων, Συμεών, καὶ ἄπταιστον βίον διήνυσας.
Ἐμφανῶς σοὶ παρέστη, ἀποσταλείς, Ἄγγελος, τὸν ἀγγελικόν, θεοφόρε παρεγγυώμενος, βίον ἀσπάσασθαι, ἀγαλλομένω ποδὶ δέ, τοῦ ὀφθέντος εἴπεσο, Πάτερ τοὶς ἴχνεσι.