ΤΟΝ ΣΤΑΥΡΟΝ ΤΟΥ ΚΥΡΙΟΥ...ΠΑΝΤΟΔΥΝΑΜΕ ΚΑΙ ΑΚΑΤΑΛΗΠΤΕ....
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν Ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν Διαβόλου, καὶ τοὶς ἐν Ἅδη φῶς ἀνέτειλε.
Κύριε, νεκρὸς προσηγορεύθης ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος νεκρούς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοί.
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, Χαῖρε ἔμψυχε βᾶτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητοὺς πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.