ΠΟΘΩ ΤΩ ΘΕΙΩ ΠΤΕΡΟΥΜΕΝΟΣ.......

Στήλην γεγραμμένην ἔχουσαν, τὰς γενικὰς ἀρετάς, θεωρίαις καὶ πράξεσι, Συμεὼν πανόλβιε, τὴν ψυχὴν ἀπετέλεσας, τὰ τῆς σαρκὸς νικήσας σκιρτήματα, καὶ ζωηφόρον ἀμφιασάμενος, νέκρωσιν Ὅσιε, καὶ φωστὴρ γενόμενος, ἀειφανής, πάσης γὴς τοὶς πέρασι, λάμπεις τὴ χάριτι.
Πόθω τῶ θείω πτερούμενος, ἔτι τὴν σάρκα φορῶν, καὶ τὸν χοῦν περικείμενος, τοὶς Ἀγγέλοις γέγονας, προφανῶς ὁμοδίαιτος, τῶν ἐπιγείων μὲν ἀφιστάμενος, πρός οὐρανοὺς δέ, Πάτερ ὑψούμενος, ὅθεν ἐλήλυθας, ἔνθα φῶς τὸ ἄδυτον, διηνεκῶς, θείαις ἀναβάσεσιν, ἐπεκτεινόμενος.
Σάρκα λεπτύνας ἀσκήσεσιν, ἀνωφερῆ τὴν ψυχήν, καὶ Θεῷ πλησιάζουσαν, Συμεὼν ἀπέδειξας, καὶ δοχεῖον τοῦ Πνεύματος, καὶ τὴ δυνάμει, τούτου τὰ θαύματα, τὰ ὑπέρ φύσιν, τελεῖν ἠξίωσαι, ἔνθα γὰρ πέφυκε, παντουργὸς ἐνέργεια, τὰ ὑπὲρ νοῦν, πάντα καὶ διάνοιαν, διαπεραίνεται.
Εἰς ὄρος ὑψηλὸν συμβολικῶς, τὸ θαυμαστὸν ἄνελθών, καὶ τὴν σεπτὴν Κιβωτὸν ὡς ἄδυτον ὑπελθῶν, πρᾶξιν ἀρίστην, καὶ ἐπίβασιν θεωριῶν ἐπεδείξω, τὴ μέν, τὸν βίον λαμπρύνας δεσμοὶς σιδηροῖς, ὡς ὁρμίσκοις χρυσοῖς κοσμούμενος, τὴ δέ, Θεὸν ὁρῶν τε καὶ ὁρώμενος, καὶ μόνος μόνω προσλαλῶν, ὃν ἱκέτευε σεβάσμιε Συμεών, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ