ΘΕΟΦΡΟΝ ΕΥΤΥΧΙΕ ΝΕΥΡΑΙΣ....

Θεόφρον Εὐτύχιε νευραῖς, τῶν πανσόφων λόγων σου, ἐναποπνίξας τοὺς ἄφρονας, τέλος μακάριον, πνιγμονὴ ὑδάτων, ὑπεδέξω δράκοντα, ἐν τούτοις ἀποπνίγων τὸ ἄσαρκον, διὸ ἱκέτευε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Κόσμος ὡραιότατος δειχθείς, ἄθλητών ἐν χάριτι, μετεβιβάσθης γηθόμενος, πρὸς ὑπερκόσμια, Βασιλεῖ τῶν ὅλων, ἀληθῶς παρίστασθαι, σὺν πάσαις ταὶς ἁγίαις Δυνάμεσι, μεθ' ὧν ἱκέτευε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Μάρτυς ἀξιάγαστε τὰ σά, λείψανα γηθόμενοι, περιφανῶς ἀσπαζόμεθα, καὶ ἀρυομένοι, χάριν ἰαμάτων, πόθω σε γεραίρομεν, καὶ πίστει ἐκτενῶς δυσωπούμέν σε, Χριστόν ἱκέτευε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ